ΙΣΤΑΤΑΙ ΦΡΙΚΤΩΣ, ΤΩ ΘΡΟΝΩ ΤΗΣ ΧΑΡΙΤΟΣ ΔΙΑΚΟΝΟΥΜΕΝΟΣ....ΜΙΜΟΥΜΕΝΟΙ....

Ἵσταται φρικτῶς, τῶ θρόνω τῆς χάριτος διακονούμενος, καὶ καταστραπτόμενος, φωτοχυσίαις ταὶς ὑπὲρ ἔννοιαν, καὶ Ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ φωτίζων, πίστει τοὺς τιμώντάς σε, Ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε.
ὥσπερ οὐρανός, ὑπάρχεις κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ Στρατηγέτης δέ, χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν τὴν γήν, τὸ βούλημα τοῦ Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος.
Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοὶς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοὶς ὑμνηταῖς σου βράβευσον πταισμάτων λύτρωσιν, Βασιλεῖ τε, δώρησαι τὰ τρόπαια, Γαβριὴλ τὴ θερμὴ προστασία σου.
Ἡ περικαλής, δυὰς καὶ περίδοξος Μιχαὴλ καὶ Γαβριήλ, θρόνω παριστάμενοι, τῆς θείας δόξης, πάσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὦς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ