ΑΓΙΟΥ ΑΒΙΒΟΥ, ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΑΡΚΟΥ, ΙΩΝΑ, ΒΑΡΑΧΗΣΙΟΥ ΚΛΠ....

ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου καὶ τῶν σὺν αὐτοῖς, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἰωνά, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου, καὶ ἑτέρων πολλῶν.
Στίχοι
· Ἐπαγρυπνήσας πρῶτα πολλαὶς αἰκίαις,
· Ὕπνωσε Μᾶρκος, θεῖον εἰρήνης ὕπνον,
· Γαστὴρ Κυρίλλου Λευϊτου διὰ ξίφους,
· Ὡσεὶ πάχος γής, εἶπε Δαυϊδ, ἐρράγη.
· Κεῖνται γύναια βρώσεως χοίροις σκάφαι,
· Γαστρὸς παθοῦσαι ῥήξιν ἐκχοιροφρόνων.
· Εἰκάδι ἠδ' ἐνάτη Ἀθληταὶ εἰς πόλον ἴκον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰωνά, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων.
Στίχοι
· Ἔχεις Ἰωνὰν καὶ σύ, γῆ, πάντως μέγαν,
· Κατ' οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου.
· Διψῶν Βαραχήσιος Ἀθλητῶν τέλους,
· Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον.
· Χριστοῦ ὑπετμηθέντες ἄνδρες ἐννέα,
· Σύνεισιν ἤδη τάξεσι ταὶς ἐννέα.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Εὐσταθίου Βιθυνίας.
Στίχοι
· Τὸν πηλὸν ἐκδύς, Εὐστάθιε παμμάκαρ.
· Χριστῷ παρέστης τῶ δι' ἡμᾶς πηλίνω.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.