ΙΕΡΟΛΟΓΙΑΙΣ ΙΕΡΑΙΣ ΣΕ, ΛΑΟΣ ΙΕΡΟΣ ΥΜΝΕΙ ΓΗΘΟΜΕΝΟΣ...
Ἱερολογίαις Ἱεραῖς σε, λαὸς Ἱερὸς ὑμνεῖ γηθόμενος, σὺ γὰρ τὸν παναίτιον, Λόγον σωματούμενον, τὸ καθ' ἡμᾶς Ἀρχάγγελε, τὴ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένω ὑπέρ νοῦν τε καὶ λόγον, ὅθεν σὲ τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Νοϊ τῶ μεγάλω τε καὶ πρώτω, ἀϋλως Ἀρχάγγελε ἐνούμενος, στόματι πυρίνω σου, μέλπεις τὸ μελώδημα, τὸ φοβερόν, ὁ μέλπουσι, πάντων Ἀγγέλων χοροί, Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὐκλείαις σαφῶς πεποικιλμένος, ταὶς θείαις διέρχη τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἐκπληρῶν ὡς ἄϋλος, τὰ Ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ Ἀρχηγέτα, κλέος τῶν ἐν πίστει, ἀεὶ σὲ εὐφημούντων.
Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σὲ προτρέχοντα, καὶ προετοιμάζοντα τὸ Ἱερὸν παλάτιον, ὧ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.