
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν Παραδεδομένην, ὡς τῶ θείω καὶ ὑπερφυεῖ Μυστηρίω καὶ ἀπορρήτω καθυπουργήσαντος.
Στίχοι
· Τὸν σὴν ἀπαγγείλαντα σάρκωσιν Νόα,
· Τιμὴ πρεπούση πᾶσα σάρξ τιμᾷ, Λόγε.
· Εἰκάδι ἀμ' ὕμνους Γαβριὴλ κτίσιν ἕκτη ἐγείρει.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων κς, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων, ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο, Βαθούσις καὶ Οὐϊρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἁρπύλας μονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεϊμβλας, θέρμας, Φίλγας, καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλᾶς, Βάρις, Μωϊκῶ, Μαμύκα, Οὐϊρκῶ, καὶ Ἀνιμάϊς.
Στίχοι
· Τόσην πυρὶ φλέγουσι πληθὺν Μαρτύρων,
· Ὄσας ἄγει Μὴν σήμερον τὰς ἡμέρας.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, θεοδοσίου, Ἐμμανουήλ, καὶ ἑτέρων Μ' τῶν ἐν Ἀνατολῇ.
Στίχοι
· Κοδρᾶτε, θαυμάζω σὲ τῆς εὐανδρίας!
· Πῶς ὑπτιάζων ἀνδρικῶς σφάττη μάκαρ.
· Θεοδόσιος τῶ Θεῷ ζῶν καὶ μόνω,
· Ζωὴν δι' αὐτὸν ἐκ ξίφους καταστρέφει.
· Ξίφει χεθήτω, κὰν κοτύλη φησὶ μοί,
· Ἐμμανουήλ, πέφυκεν αἵματος μία.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠιμῶν Στεφάνου τοῦ Ὁμολογητοῦ, τοῦ Τριγλίας Ἡγουμένου.
Στίχοι
· Θείου Στέφανος ἀμπελῶνος ἐργάτης,
· Θεῷ παραστάς, καμάτου μισθὸν λάβη.
Τὴ αὐτὴ ἡμέρα ἀναγινώσκεται διήγησις ὠφέλιμος Μάλχου μοναχοῦ αἰχμαλωτισθέντος.
Ταὶς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.