ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ, ΤΗ ΚΤΙΣΤΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ, ΠΑΡΑ ΤΟΝ ΚΤΙΣΑΝΤΑ....ΦΩΣ ΤΟ ΑΫΛΟΝ
Οὐκ ἐλάτρευσαν, τὴ κτίστει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἡ Θεοτόκος
Φῶς τὸ ἄϋλον, μηνύων ὕλη σώματος, ἑνωθησόμενον, δι' εὐσπλαγχνίαν πολλήν, φαιδρὸν Εὐαγγέλιον, θεία κηρύγματα, νὺν κραυγάζεις μοί, Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Ὁ Ἄγγελος
Χαῖρε δέσποινα, Παρθένε χαῖρε πάναγνε, χαῖρε δοχεῖον Θεοῦ, χαῖρε λυχνία φωτός, Ἀδὰμ ἡ ἀνάκλησις, Εὔας ἡ λύτρωσις, ὄρος ἅγιον, περιφανὲς ἁγίασμα, καὶ νυμφῶν ἀθανασίας.
Ἡ Θεοτόκος
Ψυχὴν ἥγνισε, καὶ σῶμα καθηγίασε, ναὸν εἰργάσατο, χωρητικὸν μὲ Θεοῦ, σκηνὴν θεοκόσμητον, ἔμψυχον τέμενος, ἡ ἐπέλευσις, τοῦ Παναγίου Πνεύματος, καὶ ζωῆς ἁγνὴν Μητέρα.
Ὁ Ἄγγελος
Ὡς πολύφωτον, λαμπάδα καὶ θεότευκτον, παστάδα βλέπω σε, νὺν ὦς χρυσὴ Κιβωτός, τοῦ Νόμου τὸν πάροχον, δέχου Πανάμωμε, εὐδοκήσαντα, τὴν τῶν ἀνθρώπων ῥύσασθαι, διὰ σοῦ φθαρτὴν οὐσίαν.