ΕΞΕΣΤΗ ΤΑ ΣΥΜΠΑΝΤΑ, ΕΠΙ ΤΗ ΘΕΙΑ ΔΟΞΗ ΣΟΥ....Ο ΠΑΣΙΝ ΑΧΩΡΗΤΟΣ....
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τὴ θεία δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ παντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ἡ Θεοτόκος
Νοεῖν σου οὗ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύματα γὰρ γέγονε πολλάκις, θεία δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε.
Ὁ Ἄγγελος
Ξενίζη Πανάμωμε, καὶ ξένον γὰρ τὸ θαύμά σου, μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξη ἐν μήτρᾳ σαρκωθησόμενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τὰ σύμβολα.
Ἡ Θεοτόκος
Ὁ πάσιν ἀχώρητος, καὶ πάσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῶ Πατρὶ καὶ τῶ Πνεύματι;
Ὁ Ἄγγελος
Πρὸς τὸν σὸν Προπάτορα, Δαυϊδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, μόνην ἐξελέξατο, λογικὸν ἐνδιαίτημα.