ΠΑΙΔΕΣ ΕΒΡΑΙΩΝ ΕΝ ΚΑΜΙΝΩ, ΚΑΤΕΠΑΤΗΣΑΝ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».
Τάξεις τῶν θείων Ἀσωμάτων, μετὰ σώματος μιμούμενος θεόφρον, ἐλειτούργεις Θεῷ, ἀπαύστως ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὦτα κωφεύοντα Παμμάκαρ, δι' ἐντεύξεως ἠνέῳξάς σου θείας, καὶ χωλοῖς προφανῶς, παρέχεις εὐδρομίαν· Εὐλογητὸς εἶ μέλπουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νεύματι θείῳ τοῦ Δεσπότου, ἀκατάφλεκτος διέμεινας ἐν μέσῳ, εἰσελθὼν τοῦ πυρός· ὁ μέτοχος δὲ τούτου, κρίσει δικαίᾳ φλέγεται, Ἡλιόδωρος εὐχῇ σου.