Ο ΔΙ ΑΓΓΕΛΟΥ ΠΑΙΔΑΣ

«Ὁ δι' Ἀγγέλου Παῖδας, ἐκ πυρὸς διασώσας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Σβέσας παθῶν τὴν φλόγα, τῶν δακρύων τῇ δρόσῳ, χάριν θαυμάτων ἔβλυσας, δι' ὧν ἀποκαθαίρεις τοὺς μολυσμούς, τῶν παθημάτων Τιμόθεε.

Μακαρισμοῦ τοῦ θείου, ἀψευδῶς τετύχηκας, τὴν τῶν πραέων Ὅσιε, κληρονομήσας χώραν, καὶ τῆς χαρᾶς τῶν ἐκλεκτῶν ἐμφορούμενος.

Λύσιν ἁμαρτημάτων, τοῖς τελοῦσιν ἐκ πόθου, τὸ ἱερὸν μνημόσυνον, τῆς μεταστάσεώς σου, ὡς παρρησίαν εὑρηκώς, Παμμάκαρ αἴτησαι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ