Γλυκὺς εἰς γεῦσιν καρπὸς τῆς γνώσεως, ἐν τῇ Ἐδὲμ ἐφάνη μοι, πλησθέντι τῆς βρώσεως, εἰς χολὴν δὲ γέγονε τὸ τέλος αὐτῆς, οἴμοι ψυχὴ ἀθλία! πῶς ἀκρασίᾳ σε, τῆς τοῦ Παραδείσου ἑστίας, ξένην πεποίηκε;
Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσα.
Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι, τὰ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος, τῆς εἴσοδον φυλάττειν ταχθέν, πᾶσι τοῖς Ἐδὲμ τὴν παραβάταις, οἴμοι! ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ, ταύτην ποιήσεις μοι.
Θαρρῶ τῷ πλήθει, τῷ τοῦ ἐλέους σου, Χριστὲ Σωτήρ, καὶ θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι, δι' οὗ καθηγίασας τὴν φύσιν βροτῶν, ἤνοιξας δὲ τὰς πύλας, τοῖς σοὶ λατρεύουσι, τὰς τοῦ Παραδείσου Ἀγαθέ, τὰς πρὶν κλεισθείσας Ἀδάμ.

...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.