ΑΣΩΜΕΝ ΤΩ ΚΥΡΙΩ, ΤΩ ΔΙΑΓΑΓΟΝΤΙ

«ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγὸντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται».

Τῷ τῆς ἱερωσύνης, χρίσματι Παμμάκαρ σεμνυνόμενος, κατεκόσμησας ταύτην, ἀρετῶν ταῖς ἰδέαις πανόλβιε.

Ὥριμον ὥσπερ βότρυν, Πάτερ ἀποθλίψας τὴν διάνοιαν, εὐφροσύνης κρατῆρα, τῆς σοφίας σου πᾶσι προτέθεικας.

Πέτρου τοῦ Κορυφαίου, θρόνου κληρονόμος ἐχρημάτισας, τὴν αὐτοῦ ἔχων γνώμην, καὶ τὸν ζῆλον Θεόφρον τῆς πίστεως.

Αἴγλῃ τῶν σῶν δογμάτων, τῶν αἱρετικῶν τὸν σκοτεινότατον, διεσκέδασας γνόφον, Ἱεράρχα Κυρίου θεόληπτε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ