Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 31 Μαρτίου 2012

ΩΣ ΕΞ ΙΕΡΟΥΣΑΛΗΜ, ΣΟΥ ΤΩΝ ΘΕΙΩΝ ΕΝΤΟΛΩΝ

Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας τῇ χάριτι, τὸν χιτῶνα ὑπ' αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος. (Δίς)