Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 17 Απριλίου 2011

ΕΥΧΗ ΕΥΛΟΓΙΑΣ ΤΩΝ ΒΑΪΩΝ

«Κύριε, ο Θεός ημών, ο καθήμενος επί των Χερουβείμ, ο εξεγείρας την δυναστείαν, και αποστείλας τον μονογενή σου Υιόν, τον Κύριον ημών Ιησούν Χριστόν, ίνα σώσει τον κόσμον διά του σταυρού, της ταφής και της αναστάσεως αυτού, ου παραγενομένου εν Ιερουσαλήμ επί το εκούσιον Πάθος, ο λαός, ο καθήμενος εν σκότει και σκιά θανάτου, λαβόντες τα της νίκης σύμβολα, τους κλάδους των δένδρων, και τα βάϊα των φοινίκων, την ανάστασιν προεμήνυσαν. Αυτός, Δέσποτα, και ημάς, τους κατά μίμησιν εκείνων, τη προερτίω ταύτη ημέρα και κλάδους δένδρων εν χερσί φέροντας, διατήρησον, και ως εκείνοι οι όχλοι και οι παίδες, το Ωσαννά σοι προσφέροντας, διαφύλαξον, όπως εν ύμνοις και ωδαίς πνευματικαίς καταξιωθώμεν της ζωοποιού και τριημέρου αναστάσεως, εν Χριστώ Ιησού τω Κυρίω ημών. μεθ’ ού ευλογητός ει, συν τω παναγίω και ζωοπoιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων Αμήν»