ΠΑΥΛΟΣ Ο ΜΕΓΑΣ ΘΕΟΦΡΟΝ

Παῦλος ὁ μέγας θεόφρον, τοῦ κόσμου ἥλιος, ὥσπερ φαιδρὰν ἀκτῖνα, εἰς τὴν σύμπασαν κτίσιν, σὲ μάκαρ ἐπαφῆκε, φωτιστικαῖς, σοῦ, τῶν λόγων λαμπρότησι, καταφωτίζειν τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀγνωσίας κινδυνεύοντας.

Της καθαρᾶς σου καρδίας, τοῦ θείου Πνεύματος, φωτιστικαῖς ἀκτῖσιν, αὐγασθείσης πλουσίως, Ἀκύλα θεηγόρε, φωτοειδής, ἀληθῶς ἐχρημάτισας, καὶ τῶν Ἑλλήνων τὸ σκότος τὸ χαλεπόν, θείᾳ χάριτι διέλυσας.

Οἱ τῷ ναῷ σου τῷ θείῳ πίστει προστρέχοντες, καὶ ἐν αὐτῷ σε μάκαρ, δυσωποῦντες Ἀκύλα, λυτροῦνται νοσημάτων παντοδαπῶν, καὶ κινδύνων καὶ θλίψεων, ταῖς ἱεραῖς σου πρεσβείαις καὶ πρὸς Θεόν, μεσιτείαις ἱερώτατε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ