ΕΠΛΗΣΘΗΣ ΦΩΤΟΣ ΕΠΟΥΡΑΝΙΟΥ, ΚΑΘΑΡΑΣ ΝΙΚΟΔΗΜΕ ΤΟΝ ΝΟΥΝ

Ἐπλήσθης φωτὸς ἐπουρανίου, καθάρας Νικόδημε τὸν νοῦν, καὶ ὡς φωστὴρ πολύφωτος, ἐν τοῖς ἐσχάτοις ἔτεσι, τῇ Ἐκκλησίᾳ ἔλαμψας, εἰς εὐσεβῶν περιποίησιν.

Ῥημάτων τῶν θείων σου ἡ χάρις, εἰς πᾶσαν ἐξελαμψεν τὴν γῆν, ὡς ἀστραπὴ οὐράνιος, ἤθη ψυχῶν καθαίρουσα, καὶ πρὸς τὸ φῶς ἰθύνουσα, τῶν ἐνταλμάτων τοῦ Κτίσαντος.

Ὁ λύχνος τῆς θείας ἐπιπνοίας, ἡ σάλπιγξ ἡ εὔσημος Θεοῦ, ἡ γλῶσσα ἡ θεόφθογγος, ὑμνείσθω θείοις ᾄσμασιν, ἀξιοχρέως σήμερον, ὁ θεηγόρος Νικόδημος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ