Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 17 Ιουλίου 2012

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ! ΤΗΝ ΕΠΗΡΜΕΝΗΝ ΟΦΡΥΝ, ΤΟΥ ΤΗΝ ΓΗΝ ΚΑΙ ΤΗΝ ΘΑΛΑΣΣΑΝ

Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν.
Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.
Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε.
Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτησε· διὸ καὶ τελειωθεῖσα, εἰς οὐρανοὺς ἀνίπταται, τὴν κάραν στεφηφοροῦσα καὶ ἀνακράζουσα· Σὲ νυμφίε μου ποθῶ, καὶ τὸ τοῦ πόθου φίλτρον ἔχουσα, ὑπὲρ σοῦ τὰς σάρκας μου τῷ πυρὶ παρέδωκα, κατασκηνώσω οὖν εἰς τὰς αἰωνίους σου μονάς, ἔνθα ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία.