ΤΟ ΤΗΣ ΧΑΡΙΤΟΣ ΣΚΗΝΩΜΑ, ΥΠΟΦΗΤΗΝ ΤΟΝ ΕΝΘΕΟΝ

Τὸ τῆς χάριτος σκήνωμα, ὑποφήτην τὸν ἔνθεον, τὸν ἁγίῳ Πνεύματι ὑφηγούμενον, Θεοῦ τὴν δόξαν τὴν ἄρρητον, καὶ βίου λαμπρότητος τὰς ἀΰλους δωρεάς τὴν θεόπνευστον σάλπιγγα τὴν σαλπίζουσαν, ἐν τῷ κόσμῳ τῆς χάριτος τὸν λόγον, ἀνυμνήσωμεν ἀξίως, τὸν θεηγόρον Νικόδημον.
Λαμπρυνθεὶς θείῳ Πνεύματι, καρδίαν Νικόδημε, διδαγμάτων πέλαγος ἐκ χειλέων σου, τῇ Ἐκκλησίᾳ ἐπήγασας, καὶ ταύτης τὰς αὔλακας, ταῖς ἀρδείαις δαψιλῶς, τῆς δοθείσης τῷ λόγῳ σου, πάτερ χάριτος ὡς φησὶν ὁ Δαβὶδ ἀεὶ μεθύσκεις, εὐφραίνεις τάς χορείας, τῶν εὐσεβῶν τῇ σοφίᾳ σου.
Ὡς φωστῆρα νεόφωτον, Ἐκκλησίας ὑμνοῦμέν σε, ταύτην καταυγάζοντα θείοις λόγοις σου, ὡς εὐσεβείας διδάσκαλον, ὡς στόμα θεόσοφον, ἀρετῶν θεουργικῶν, ὡς ἐκφάντορα ἔνθεον βίου κρείττονος, καὶ κιθάραν ᾀσμάτων μελιρρύτων, ἐκτελοῦντές σου τὴν μνήμην, τὴν παναγίαν Νικόδημε.
Χάρις δαψιλὴς τοῦ Πνεύματος, παναγίου σοφέ, τῇ ψυχῇ σκηνώσασα, ταύτην προκαθάραντος ἀρετῶν ἐπιδόσεσιν, ὄργανον θεῖον ἀπειργάσατο, καὶ θεορρήμονα ἐνθεώτατον· ὢ τῶν πανσόφων σου, διδαχῶν Νικόδημε! Δι’ ὧν ἀεί, πάντες ῥυθμιζόμεθα, πρὸς βίον κρείττονα.
Ῥεῖθρα διδαγμάτων ἔβλυσας, οἷα πηγὴ λογική, ὑπὲρ μέλι γλυκάζοντα, καὶ πιστῶν ἡδύνοντα, τάς καρδίας Νικόδημε· ὅτι ὡς δρόσος πέλει οὐράνιος, καὶ ζωῆς μάννα πάτερ ὁ λόγος σου, τρέφων πρὸς αὔξησιν, νοητὴν ἑκάστοτε τοὺς εὐσεβῶς, μελετῶντας Ὅσιε, τάς θείας βίβλους σου.
Χύμα σοφίας καὶ γνώσεως, παρὰ Θεοῦ εἰληφώς, ὡς πλατύνας τὸ στόμα σου, τῆς ψυχῆς Νικόδημε, θεωρίαις καὶ πράξεσι, ταμεῖον ὤφθης πάσης φρονήσεως, καὶ πρυτανεῖον θείων ἐλλαμψεων, νέμων διόρθωσιν, καταλλήλως ἅπασι τοῖς εὐλαβῶς, τῇ διδασκαλίᾳ σου, πάτερ ἐγκύπτουσι.
Σήμερον ἡμῖν ἐξελαμψεν, ὡς ἀστὴρ ἑωθινός, ἡ τοῦ Ὁσίου διδασκάλου μνήμη, Νικοδήμου τοῦ οὐρανόφρονος, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε οὖν οἱ τῶν λόγων αὐτοῦ ἐρασταί, ἐν πνεύματι καὶ ἀληθείᾳ ἑορτάσωμεν, πρὸς αὐτὸν βοῶντες· χαὶροις ὁ δι' ἐναρέτου ζωῆς, τοῦ ἁγίου Πνεύματος κατοικητήριον, τὸν νοῦν ἐργασάμενος· χαίροις θησαυροφυλάκιον ἔμπνουν, ἐν ᾧ πολυποικίλου σοφίας θησαυροὶ ἀκένωτοι· χαίροις ὁ τῆς Νάξου θεῖος βλαστός, τοῦ ἁγιωνύμου Ὄρους κοσμήτωρ, καὶ πάσης Ἐκκλησίας ὑφηγητὴς θεόσοφος. Πρέσβευε δεόμεθα πάτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ