Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 13 Ιουλίου 2012

ΓΑΒΡΙΗΛ ΑΡΧΑΓΓΕΛΕ ΘΕΟΥ

Γαβριὴλ Ἀρχάγγελε Θεοῦ, θεῖος Ἀρχιστράτηγος, καὶ ὑπουργὸς ἀνεδέδειξαι, καὶ ταῖς λαμπρότησι, καὶ ταῖς φρυκτωρίαις, τούτου αὐγαζόμενος, ἀμέσως κατὰ μέθεξιν δεύτερον, φῶς ἐχρημάτησας, καὶ φωτίζεις τὴν περίγειον, ἐξαστράπτων, τῷ κάλλει τῆς δόξης αὐτοῦ.

Γαβριὴλ πρωτάγγελε τὸ σόν, κλέος περιβόητον, καὶ θαυμαστή σου ἡ δύναμις, ἡ χάρις ἔνθεος, ἡ μορφὴ ὡραία, τὸ εἶδος σου πύρινον, ἡ τάξις ὑψηλὴ καὶ ὑπέρτιμος, ἡ φαῦσις ἄϋλος· ἡ ῥοπὴ ἀμετακίνητος, πρὸς τὸ χεῖρον, τῇ νεύσει τοῦ κρείττονος.

Γαβριὴλ Ταξίαρχε χαρᾶς, μυστικῆς προάγγελε, ὁ νυμφοστόλος ὁ ἔνδοξος, τῆς Θεομήτορος, σὺν αὐτῇ τῷ Κτίστη, πάντων καθικέτευε, λυτροῦσθαι τῶν δεινῶν καὶ τῶν θλίψεων, τοὺς σὲ γεραίροντας, καὶ τὰ θεῖα Εὐαγγέλια, σοῦ ἐν πίστει δεχομένους πάντοτε.

Ὅπου ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιύμνητε, Γαβριὴλ Ἀρχάγγελε.