ΔΕΥΤΕ ΟΙ ΕΝ ΑΘΩ ΜΟΝΑΣΤΑΙ

Δεῦτε οἱ ἐν Ἄθῳ μονασταί, ἐν ἀγαλλιάσει καρδίας πανηγυρίσωμεν, μνήμην τὴν ἐπέτειον τοῦ διδασκάλου ἡμῶν, Νικοδήμου τοῦ μάκαρος, τοῦ λόγοις καὶ ἔργοις, ἡμᾶς κατευθύνοντος πρὸς ἀρετῶν τὴν ὁδὸν· οὗτος γὰρ ὁσίως βιώσας, τύπος ἡμῖν ἄριστος ὤφθη, καὶ λαμπρὸν ὑπόδειγμα ἐν ἅπασι.

Λόγῳ καὶ σοφίᾳ ἀληθεῖ, πάτερ θεοφρόνως ἐμπρέπων καὶ πολιτείᾳ σεμνῇ, λύχνος φαεινότατος ὢφθης τοῦ Πνεύματος, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ πάντας φωτίζεις, οἷα ἐνθεώτατος καὶ ὑπηρέτης Χριστοῦ, θείων συγγραφῶν ταῖς ἀκτῖσι, καὶ πρὸς θεῖον πόθον θερμαίνεις, τῶν πιστῶν τάς φρένας ὦ Νικόδημε.

Ὥσπερ θησαυρὸν πνευματικόν, πάτερ καὶ οὐράνιον πλοῦτον τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὴν τῶν συγγραμμάτων σου πληθὺν κατέλιπες, τὴν ὀσμὴν τὴν τῆς γνώσεως καὶ τὴν εὐωδίαν, τοῦ ἁγίου Πνεύματος ἀρωματίζοντα, οἷς περ ἀκορέστως τρυφῶντες, σοῦ τὴν παναοίδιμον μνήμην, ὅσιε Νικόδημε γεραίρομεν.

Κάραν σου ὁρῶντες τὴν σεπτήν, καὶ κατασπαζόμενοι ταύτην ἐν κατανύξει ψυχῆς, τὸ φαιδρόν σου πρόσωπον καὶ πλῆρες χάριτος, βλέπειν πάτερ νομίζομεν, στόματι ἁγίῳ, ἱλαρῶς φθεγγόμενον ζωῆς τὰ ῥήματα, νέμον τοῖς σοῖς τέκνοις εἰρήνην, καὶ τὰς πατρικὰς παραινέσεις, ἡμῖν ἀπευθῦνον τοῖς ποθοῦσί σε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ