ΙΔΕ ΦΩΤΑΥΓΗΣ ΚΑΙ ΙΕΡΑ ΚΑΙ ΕΥΣΗΜΟΣ

Ἴδε φωταυγὴς καὶ ἱερὰ καὶ εὔσημος, τῶν Μάρτύρων μνήμη ἔλαμψε, πᾶσαν τὴν γῆν φωταγωγοῦσα, τὸν ζόφον τῆς κακίας ἐξαίρουσα, καὶ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ἰαμάτων χάριν βρύουσα.

Ὡς δύο μαζοὶ πνευματικοὶ προχέετε, ἰαμάτων γάλα Ἅγιοι, πᾶσαν ἐκτρέφοντες καρδίαν, πικρίαν νοσημάτων διώκοντες, καὶ πάθη χαλεπὰ θεραπεύοντες· ὅθεν ἀξίως μακαρίζεσθε.

Σταγόσιν αἱμάτων Ἀθληταὶ φοινίξαντες, ἁλουργίδα παναοίδιμοι, ταύτην ὡραίως τε φοροῦντες, Χριστῷ συμβασιλεύετε πάντοτε, τῷ μόνῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν, ὑπέρ τοῦ κόσμου ἱκετεύοντες.

Ἡ γῆ ἐπευλόγηται ὑμῶν τοῖς αἵμασι, καὶ λειψάνων καταθέσεσι, τῶν πρωτοτόκων δ' Ἐκκλησία, τοῖς πνεύμασιν ἐνθέως φαιδρύνεται, ἐν ᾗ μετὰ Μαρτύρων ὡς Μάρτυρες, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ