Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 17 Ιουλίου 2012

ΔΕΥΤΕ, ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΠΙΣΤΩΣ, ΤΗΝ ΥΠΕΡ ΤΟΥ ΠΑΝΤΩΝ ΔΕΣΠΟΤΟΥ ΣΤΕΡΡΩΣ ΑΘΛΗΣΑΣΑΝ...

Δεῦτε, φιλομάρτυρες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου στερρῶς ἀθλήσασαν, μάρτυρα τιμήσωμεν, Μαρῖναν νύμφην Χριστοῦ· παρθενίας χιτῶνι γάρ, τὸ σῶμα κοσμοῦσα, χρύσεον ὡς ὕφασμα, τούτῳ ἐπέθηκεν, αἷμα, τοῦ σεπτοῦ μαρτυρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα· φύσις γὰρ εὐπτόητος, καὶ εὐταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον, Μαρῖνα σὺ ἀληθῶς, εἷλες εὐτελὲς ὡς στρουθίον καὶ καταπατοῦσα χορεύεις, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρῖνα σὺ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας· ὅθεν τήν πανίερον μνήμην σου σέβομεν, πόθῳ, καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.