ΥΦΑΝΑΣ ΣΑΥΤΩ, ΑΦΘΑΡΣΙΑΣ

Ὑφάνας σαυτῷ, ἀφθαρσίας στολισμὸν τῷ θείῳ Πνεύματι, ὅλος ὡραῖος ἐχρημάτισας, καὶ τὸν ἐχθρὸν ἀπεγύμνωσας, καὶ τοὺς ἐπ' ἐκείνου Ἀκύλα, γυμνωθέντες ἐνέδυσας, καταστολὴν φωτοειδῆ, καὶ φῶς σωτήριον.

Λιμῷ νοητῷ, κρατουμένους τοὺς λαοὺς καὶ κινδυνεύοντας, ἄρτῳ τῶν λόγων Ἀξιάγαστε, τῆς σῆς σοφίας διέθρεψας, καὶ τῆς οὐρανίου τραπέζης, κοινωνοὺς ἀπετέλεσας, ἱερομύστης πεφυκὼς θεοειδέστατος.

Ἁγίῳ ναῷ οἱ προστρέχοντες τῷ σῷ, ῥῶσιν κομίζονται, καὶ παθημάτων ἀπολύονται, καὶ νοσημάτων καθαίρονται, ἀνυμνολογοῦντές σε πόθῳ, καὶ βοῶντες πανεύφημε· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ