ΣΕ ΓΥΜΝΟΥΝΤΕΣ ΠΕΡΙΕΦΕΡΟΝ ΟΙ ΑΦΡΟΝΕΣ
Σὲ γυμνοῦντες περιέφερον οἱ ἄφρονες, παικτικῶς πόλιν ἅπασαν, ὁρωμένης δέ, οὐδαμῶς ἐφρόντισας Σεμνή, αἰσχύνης· τὴν δόξαν τὴν ἐκεῖ· ἀποκειμένην γὰρ νοὸς ὄμμασιν ἔβλεπες.
Ὥσπερ ἄσαρκος ὑπήνεγκας τὰς μάστιγας, Μάρτυς θεομακάριστε· ἐδυνάμου γάρ, ὁ Χριστὸς σε σάρκα δι' ἡμᾶς, φορέσας συνὼν σοι καὶ τηρῶν, τὴν σὴν καρδίαν Γολινδούχ, ἄτρεπτον θείᾳ στοργῇ.
Ῥωμαλέως τὴν χρονίαν ἐκαρτέρησα, κάθειρξιν ἀξιάγαστε· ὥσπερ κόσμον δέ, τὰ κλοιὰ προσφέρουσα σεπτῶν, Χριστοῦ παθημάτων κοινωνός, ὡς καὶ τῆς δόξης τῆς αὐτοῦ, Γολινδοὺχ γέγονας.
Ἀναγέννησιν κομίζεται δι' ὕδατος, καὶ πνεύματος Πανεύφημε, ἡ τεκοῦσά σε, νουθεσίαις εἴξασα ταῖς σαῖς, Θεοῦ καταυγάσαντος αὐτῆς, ἀποκαλύψεσι φρικταῖς, τόν λογισμὸν ἐμφανῶς.