Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 29 Ιουλίου 2012

ΧΑΙΡΟΙΣ ΕΝΤΡΥΦΗΜΑ, ΤΩΝ ΑΘΛΗΤΩΝ ΤΗΣ ΑΛΗΘΕΙΑΣ

Χαίροις ἐντρύφημα, τῶν ἀθλητῶν τῆς ἀληθείας, Χαίροις τὸ καλλώπισμα τῆς πίστεως καὶ κλέος, Χαίροις ὁ λαμπρότατος τῶν μαρτύρων φωσφόρος, ὁ τὴν πλάνην σκεδάσας τῇ ἀθλήσει σου, καὶ τὸ φῶς ἀναλάμψας τῷ κόσμῳ, Καλλίνικε πάνσοφε.

Ὁ τύραννος ᾐσχύνθη, τῇ τῶν ἀγώνων σου ἐνστάσει, ἡττήθησαν δήμιοι τοῖς μώλωψί σου Μάκαρ, τοῖς ἥλοις τῆς πτέρνης σου κατετρώθη ἡ πλάνη, κατεφλέχθη δὲ πάντα καὶ ἠφάνισται, τῶν εἰδώλων τεμένη, πυρὶ ἐναθλοῦντός σου.

Ὑπὲρ τῶν τιμώντων σε, τῇ πρὸς Θεόν σου παρρησίᾳ, Καλλίνικε χρώμενος, ἱκέτευε ἀπαύστως, τῆς ποίμνης σου πρόστηθι, ἐξαιρούμενος ταύτην, τῶν ποικίλων παγίδων τοῦ ἀλάστορος, καὶ στηρίζων τῇ πίστει· ἐν σοὶ γὰρ αὐχεῖ καὶ κρατύνεται.