ΙΣΤΑΤΑΙ ΦΡΙΚΤΩΣ, ΤΩ ΘΡΟΝΩ ΤΗΣ ΧΑΡΙΤΟΣ
Ἵσταται φρικτῶς, τῷ θρόνῳ τῆς χάριτος, διακονούμενος, καὶ καταστραπτόμενος, φωτοχυσίαις ταῖς ὑπὲρ ἔννοιαν, καὶ ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ φωτίζων, πίστει τοὺς τιμῶντάς σε, ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε.
Ὥσπερ οὐρανός, ὁρᾶσαι κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ στρατηγέτης δέ, χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν, τὴν γῆν τὸ βούλημα τοῦ Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος.
Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοῖς ὑμνηταῖς σου βράβευσον, πταισμάτων λύτρωσιν, βασιλεῖ τε δώρησαι τὰ τρόπαια, Γαβριὴλ τῇ θερμῇ προστασίᾳ σου.
Ἡ περικαλής, δυὰς καὶ περίδοξος, Μιχαὴλ καὶ Γαβριήλ, θρόνῳ παριστάμενοι, τῆς θείας δόξης πᾶσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὡς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.