ΑΣΟΜΑΙ ΣΟΙ ΚΥΡΙΕ Ο ΘΕΟΣ

ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, ἐκ δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν.

Ταῖς τῆς σῆς ἀθλήσεως λαμπηδόσι, περιλαμπόμενος ἡμᾶς, τοὺς πίστει τιμῶντας, τὴν μνήμην σου περίσῳζε, Βαρλαὰμ ταῖς πρεσβείαις σου.

Ὁ τὸ πῦρ μαράνας τῆς ἀσεβείας, θεοσεβείας ἀκριβοῦς, πυρὶ θεοπνεύστῳ, τιμάσθω μελῳδήμασι, Βαρλαὰμ ὁ θαυμάσιος.

Ὑπὲρ τῆς εὐσεβείας ἠγωνισμένος, στεφανηφόρε Βαρλαάμ, στεφάνῳ τῆς δόξης νῦν , ἀξίως τετίμησαι, δεξιᾷ, παντοκράτορι.

Σθένος σοι δεδώρηται ὁ Δεσπότης, κατὰ ποικίλων αἰκισμῶν, Πανόλβιε Μάρτυς, ἐντεῦθεν καὶ νενίκηκας, τῶν ἀθέων τὸ φρύαγμα.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ