ΑΡΜΑΤΗΛΑΤΗΝ ΦΑΡΑΩ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».
Τῆς αἰωνίου βασιλείας Ἔνδοξε, τὸ καθαρώτατον, χοροβατῶν πλάτος, ἀπὸ πάσης θλίψεως, καὶ πειρασμῶν στενώσεως, τοὺς ὑμνοῦντάς σε σῶσον, ἀνεπιστρόφως ὁδεύοντας, τὴν πρὸς οὐρανὸν τρίβον φέρουσαν.
Ὠχυρωμένος εὐσεβείας πρόβολος, καὶ πύργος ἄσειστος, ἀναδειχθεὶς Πλάτων, πᾶσαν ἀγριότητα, τῶν πειρασμῶν ὑπέμεινας, καὶ τὰς τῶν ἀλγηδόνων, στενοχωρίας ὑπήνεγκας, θείᾳ πλατυνόμενος χάριτι.
Νεανικὴν ἐπιδεικνὺς τὴν ἔνστασιν, τὸ τῆς νεκρώσεως, καὶ τῆς φθορᾶς πάχος, διὰ τῆς ἀθλήσεως, ἀπετινάξω Πάνσοφε, καὶ τὸν τῆς ἀφθαρσίας, χιτῶνα περιβαλλόμενος, χαίρων τῷ Δεσπότῃ παρίστασαι.