Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 13 Νοεμβρίου 2012

ΑΛΛΟΝ ΗΜΙΝ, ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΟΜΟΤΡΟΠΟΝ

Ἄλλον ἡμῖν, τῶν Ἀποστόλων ὁμότροπον, ὁ προνοίᾳ, πάντων προμηθούμενος, ὡς ἀγαθὸς δέδωκε Χριστός, σὲ τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ θεῖον ὑποφήτην, μυστηρίων τῶν ἄνω, Ἰωάννη παμμάκαρ Χρυσόστομε.

Τὸν χρυσαυγῆ, καὶ χρυσολόγον τιμήσωμεν, Ἰωάννην, πάντας τὸν χρυσώσαντα, χρυσοειδέσι μαρμαρυγαῖς, τῆς διδασκαλίας, καὶ κόσμον γλώσσῃ φαιδρύναντα, χρυσίου λαμπροτέρᾳ, καὶ φωτὸς πληρεστάτῃ, ἐκβρυούσῃ τὴν χάριν τὴν ἔνθεον.

Ὅλος Θεοῦ, γέγονας κατοικητήριον, ὅλος ὤφθης, ὄργανον τοῦ Πνεύματος, ἀναφωνοῦν, πάσης ἀρετῆς, θεόπνευστον μέλος, καὶ σωτηρίας ὑπόθεσιν, καὶ κάλλος ὑποφαῖνον, οὐρανῶν βασιλείας, Ἰωάννη παμμάκαρ Χρυσόστομε.

Σὺ τοῦ Θεοῦ, τὴν εὐσπλαγχνίαν ἐκήρυξας, μετανοίας, τρόπους ἐκτιθέμενος· καὶ τῶν κακῶν τὴν ἀποφυγήν, ἄριστα διδάσκων, παμμάκαρ καὶ τελεώτατα· καὶ ἔργων τῶν ἀρίστων, παραινέσεις ὑφαίνων, πανσέβάσμιε Πάτερ Χρυσόστομε.