ΤΟΥΣ ΕΝ ΚΑΜΙΝΩΝ ΠΑΙΔΑΣ
«Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Τὴν μιανθεῖσαν ἄχραντε ψυχήν, ἁγίασον, πάντοτε τοῦ δούλου σου Ἁγνή, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμάς, τάχος ἀφάνισον.
Νενεκρωμένον πάθεσι σαρκός, Πανάμωμε, ζώωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω ἀεί, τὴν ἀγαθότητα σου.
Νεκρωσόν μου Δέσποινα ἁγνή, τὰ τῆς σαρκὸς πάθη, καὶ ψυχῆς μου ταπεινῆς ῥύπον, δεινὸν ἐναποσμήχουσα Παρθένε, καὶ λογοθεσίου με, τῶν ἀοράτων ἐχθρῶν, ῥῦσαι καὶ σῶσόν με.
Σοὶ Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοί σου, πάντοτε ἡμέρας καὶ νυκτός, προσπίπτομεν συντετριμμένῃ διανοίᾳ, δυσωποῦντες λύτρωσιν, ἁμαρτημάτων εὑρεῖν, ταῖς ἱκεσίαις ταῖς σαῖς.