Πέμπτη 15 Νοεμβρίου 2012

ΑΒΙΒΟΣ Ο ΠΑΝΣΟΦΟΣ

Ἄβιβος ὁ πάνσοφος, καὶ Σαμωνᾶς ὁ θαυμάσιος, καὶ Γουρίας ὁ ἔνδοξος, κοινὴν συστησάμενοι, τοῖς πιστοῖς χορείαν, ἐν ἀγαλλιάσει, νῦν συγχορεύουσιν ἡμῖν, οἱ Ἀθλοφόροι καὶ συνευφραίνονται· ψυχαῖς ταῖς τῶν Μαρτύρων γάρ, παρὰ Θεοῦ τοῦτο δέδοται, τὰ ἐνταῦθα γινόμενα, νοερῶς ἐνοπτρίζεσθαι.

Πόνους ὑπομείναντες, τῶν ἀφορήτων κολάσεων, καὶ γενναίως ἀθλήσαντες, Τριάδος ἰσάριθμοι, Σαμωνᾶ Γουρία, καὶ' Ἄβιβε μάκαρ, τῆς αἰωνίου καὶ τερπνῆς, κατατρυφᾶτε νῦν ἀπολαύσεως, καμάτων τὴν ἀντίδοσιν, ἀντιμετροῦντος ὑμῖν Χριστοῦ, ὃν θερμῶς ἱκετεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μονάδα τρισάριθμον, ὁμολογήσαντες Ἅγιοι, τῶν Ἑλλήνων ἐλύσατε, πολύθεον φρόνημα, καὶ μωρὰν σοφίαν, τῇ νομιζομένῃ, μωρίᾳ εἶναι παρ' αὐτοῖς, Σταυροῦ δυνάμει μακαριώτατοι, ὑφ' οὗ ἐνδυναμούμενοι, τὰς χαλεπὰς τῶν κολάσεων, ὑπεμείνατε μάστιγας, θαρσαλέῳ φρονήματι.

Ὅρμον πρὸς ἀκύμαντον, καὶ πρὸς ζωὴν ἀστασίαστον, καὶ λιμένα πανεύδιον, Ἀθλοφόροι Μάρτυρες, προσκεχωρηκότες, τὸ διαιωνίζον, τῆς ἀπαθοῦς διαμονῆς, καὶ διαρκούσης νῦν ἀντηλλάξασθε, τῶν πόνων τὴν ἀντίδοσιν, καὶ τῶν καμάτων τὰ ἔπαθλα, ἐκ Θεοῦ κομισάμενοι, ἐπαξίως Μακάριοι.

Ἡ Ἔδεσσα εὐφραίνεται, ὅτι ἐν τῇ σορῷ τῶν Ἁγίων ἐπλουτίσθη, Γουρία Σαμωνᾶ καὶ Ἀβίβου, καὶ τὸ φιλόχριστον ποίμνιον, συγκαλουμένη βοᾷ. Δεῦτε φιλομάρτυρες λαμπρύνθητε, ἐν τῇ μνήμῃ τῇ φαιδρᾷ. Δεῦτε ὦ φιλέορτοι φωτίσθητε· Δεῦτε ἴδετε φωστῆρας οὐρανίους, ἐν γῇ περιπλέοντας. Δεῦτε καὶ ἀκούσατε, οἷον θάνατον πικρόν, οἱ γενναῖοι ἀδάμαντες ὑπέστησαν, διὰ τὴν ἀτελεύτητον ζωήν. Διὸ καὶ ἐγγυηταὶ ὄντες τῆς ἀληθείας, κόρην διέσωσαν ἐν μνήματι ζῶσαν βεβλημένην, καὶ τὸν τούτους ἀθετήσαντα παμμίαρον, τῷ ὀλέθρῳ παρέδωκαν, ὡς φονέα καὶ ἀνελεήμονα, καὶ ἐκτενῶς δυσωποῦσι, τὴν Παναγίαν Τριάδα, τοῦ ῥυσθῆναι ἐκ φθορᾶς καὶ πειρασμῶν, καὶ παντοίων κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, αὐτῶν τὰ μνημόσυνα.