ΠΑΙΔΕΣ ΕΒΡΑΙΩΝ ΕΝ ΚΑΜΙΝΩ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Ἔργοις τοὺς λόγους τοῦ Σωτῆρος, ἐβεβαίωσας καὶ μακαριζομένων, συνετάγης χορῷ, ὑπάρξας ἐλεήμων, καὶ καθαρὸς τῷ πνεύματι, Ἰωάννη θεοφόρε.

Μέλιτος γεῦσις ἡδυτάτη, μετενήνεκται εἰς δόκιμον χρυσὸν σοι· τῇ πλουσίᾳ σου γάρ, προσέχων προαιρέσει, ὁ Ποιητὴς πλουσίας σοι, χορηγεῖ τὰς ἀντιδόσεις.

Φέγγει Τριάδος ἀνεσπέρου, λαμπρυνόμενος θεράπων τῆς Τριάδος, τους τιμῶντάς σε νῦν , φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ