ΤΟΥ ΠΑΝΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
Τοῦ Παναγίου Πνεύματος τὸ πῦρ, σπασάμενος, ἄνωθεν Ἀπόστολε Χριστοῦ, γλώσσαις καιναῖς, αἷς μηδαμοῦ ἐφθέγξω, τοῖς τοῦ κόσμου πέρασι, διεκελεύσθης λαλεῖν τὰ μεγαλεῖα αὐτοῦ.
Ὑπερεκπλήττει πάντα λογισμόν, τὸ κήρυγμα, ὅπερ ἐσαλπίσατε τῇ γῇ, μύσται Χριστοῦ, καὶ θεωροὶ τῶν ἄνω, ὅτι μόνοι δώδεκα ὄντες, τὰς μυριάδας τῆς γῆς κατεφωτίσατε.
Ἐθαυμαστώθη Δέσποτα Χριστέ, ἡ χάρις σου, ἐν τοῖς θεοσόφοις Μαθηταῖς, ὅτι μικροὶ καὶ ἰδιῶται ὄντες, πᾶσαν γῆν διέδραμον, ἀπὸ τῶν ἄκρων αὐτῆς ἕως περάτων αὐτῆς.
Τὶ τὸ διδάξαν οὕτω σε λαλεῖν, Ἀπόστολε; τὶ τὸ καταλάμψαν σου τὸν νοῦν, βλέπειν τρανῶς, τῆς ἀπροσίτου δόξης, τὴν αὐγὴν τὴν λάμψασαν, τῆς ἀληθείας τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν;