ΤΗΝ ΖΩΟΔΟΧΟΝ ΠΗΓΗΝ ΤΗΝ ΑΕΝΑΟΝ

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

Σωτηριώδη πηγὴν πολυχεύμονα, σὲ Θεοτόκε Παρθένε γινώσκομεν, τῆς ζωῆς πηγάζουσαν, ὕδωρ τὸ ἀθάνατον, καὶ τὰς καρδίας ποτίζουσαν πλουσίως, τῶν ὀρθοδόξως ὑμνούντων σε Δέσποινα.

Ἱεροτύπως Μωσῆς σε προέγραψε, στάμνον, λυχνίαν καὶ βάτον καὶ τράπεζαν, κιβωτὸν κατάχρυσον, καὶ σκηνὴν θεότευκτον, ὧν τὰς ἐκβάσεις ἡμεῖς νῦν καθορῶντες, σὲ ἀληθῆ Θεοτόκον δοξάζομεν.

Μετὰ σαρκὸς τὸν ἀσώματον τέξασα, ὃν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησε, Λόγον τὸν Ὑπέρθεον, Θεοτόκε Ἄχραντε, τῆς σωτηρίας ἡμῖν ὤφθης αἰτία, τοῖς μεγαλύνουσι Κόρη τὸν τόκον σου.

Ὁλολαμπὲς ἀνεδείχθης παλάτιον, καὶ φωτοφόρος καθέδρα καὶ πάγχρυσος, τοῦ ἐν κόλποις Ἄχραντε, τοῦ Πατρὸς ὑπάρχοντος, Λόγου ἀφράστως ἐκ σοῦ σωματωθέντος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ὑπερκειμένη ἁπάσης τῆς κτίσεως, τῆς ὁρατῆς καὶ ἀΰλου Πανάχραντε, ὤφθης σωματώσασα, τὸν πάντων, Δεσπόζοντα· ὅθεν τὸν νοῦν μου τῆς κάτω προσπαθείας, δεῖξον ὑπέρτερον Κόρη καὶ σῶσον με.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ