ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἄγε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, τὸν ἐξαπλώσαντα τῆς εὐσεβείας αὐτοῦ τὰ κλήματα· τῆς γὰρ ἀμπέλου τῆς ζωῆς, φυτείᾳ γενόμενος, καρπόν προβάλλεται, κατανύξεως ἡμῖν οἶνον βρύοντα.
Τίμιος ἔναντι Θεοῦ, τῶν Μαρτύρων καθορᾶται ὁ θάνατος· τῆς ἀϊδίου γὰρ καὶ ἀνωλέθρου γίνεται πρόξενος, παναληθέστατα ζωῆς, καὶ κλῆρον ἀθάνατον, καὶ δόξαν ἄφθαρτον, καὶ πλουσίαν χορηγεῖ τὴν ἀντίδοσιν.
Ὅλην σου Μάρτυς τὴν ζωήν, τῷ Δεσπότῃ καὶ Θεῷ ἀφιέρωσας, καὶ ὡς εὐάρεστον ζῶσαν θυσίαν σαυτὸν προσήγαγες· διὸ τρυφῆς τῆς ὑπὲρ νοῦν, Πλάτων κατηξίωσαι, ἀλλὰ δυσώπησον, λυτρωθῆναι πειρασμῶν τοὺς ὑμνοῦντάς σε.