ΟΡΜΑΣ ΤΑΣ ΤΟΥ ΣΩΜΑΤΟΣ.... ΑΓΑΛΛΙΑΣΙΝ...
Ὁρμάς τὰς τοῦ σώματος, καὶ τὴν πικρὰν τυραννίδα, τῶν παθῶν ἐξέκλινας, θείῳ φόβῳ Ὅσιε, κυβερνώμενος, καὶ Θεὸν εὔφρανας, ἀρετῶν κάλλεσιν, ὡραΐσας τὴν καρδίαν σου, καὶ νῦν ἐσκήνωσας, ἔνθα τῶν Ὁσίων τὰ τάγματα, κατάλληλον τοῦ πόθου σου, Πάτερ εὑρηκὼς τὴν κατάπαυσιν, ἔνθα μνημονεύειν, ἡμῶν μὴ διαλίπῃς τῶν πιστῶς, ἐπιτελούντων τὴν μνήμην σου, Ἰωάννη Ὅσιε.
Θεὸν ἐξεζήτησας, ἀνεπιστρόφῳ καρδίᾳ, μελέταις πτερούμενος, ἱεραῖς θεόπνευστε, καὶ ταῖς νεύσεσι, πρὸς αὐτὸν πάντοτε, ὁλικῶς κείμενος, πρὸς δὲ τοῦτο ἐπαλείφοντα, καὶ παρορμῶντά σε, ἔσχες τὸν ἐν κλήσει καὶ πράξεσι, Γρηγόριον τὸν θαύμασι, καὶ τερατουργίαις ἐκλάμψαντα, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος διῆλθες ἀβλαβῶς, τοῦ ταπεινοῦ τούτου σώματος, μάκαρ τὸ κλυδώνιον.
Ὁσίως ἐβίωσας, μὴ ἐσχηκώς, τὰς φροντίδας, τοῦ βίου ταῖς κρείττοσιν, ἐργασίαις Ὅσιε καλλυνόμενος· ἀλλὰ πῦρ ἄϋλον, ἐν καρδίᾳ φέρων, ἡσυχίαν ἐκαρτέρησας, παννύχοις στάσεσι, καὶ ταῖς ἀγρυπνίαις προσκείμενος, εὐτόνως καθαιρόμενος καὶ θεοειδὴς ἐνδεικνύμενος· ὅθεν μετὰ πόνους, τὴν ἄπονον ἀπείληφας τρυφήν, τοῖς σὲ τιμῶσιν αἰτούμενος, θείαν ἀγαλλίασιν.