... ΜΥΡΑ ΕΤΟΙΜΑΣΑΣΑΙ ΣΕΠΤΑ...

Ἆρα, ἐν νεκροῖς ὁ λυτρωτής; θρήνοις Μυροφόροι ἐβόων, Χριστοῦ μαθήτριαι· Ἥλιος δ' ὁ μέγιστος, μέχρι καὶ νῦν ὑπὸ γῆν, ἢ ἀνέστη ὡς ἔφησε; Καὶ οὕτω κλαιούσαις, ἐκ τοῦ τάφου Ἄγγελος, τὴν θείαν ὄντως χαράν, ἔφη, ὁ Χριστὸς ἐξανέστη, δράμετε, κηρύξατε πᾶσι, τούτου τὴν ἐκ τάφου θείαν Ἔγερσιν.

Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας, τὴν αἰχμαλωσίαν Ἰακώβ.

Μύρα, ἑτοιμάσασαι σεπτά, ἔτι τῆς σκοτίας ἑνούσης, τῇ τῶν Σαββάτων μιᾷ, ἦλθον πρὸς τὸ μνῆμά σου, αἱ Μυροφόροι Χριστέ, τοῦ μυρίσαι τὸ ἄχραντον, καὶ θεῖόν σου Σῶμα· ὅθεν τὴν Ἀνάστασιν, καταμαθοῦσαι τὴν σήν, ἔσπευδον μηνῦσαι τοῖς Μύσταις· αἷς προϋπαντήσας ἐκ τάφου Χαίρετε, βοᾷς φιλανθρωπότερον.

Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.

Ὕψιστον Θεὸν ἐπὶ τῆς γῆς, ἐνταφιασθέντα ὡς νέκυν, μυρίσαι σπεύδουσι, τούτου αἱ Μαθήτριαι, δι' ἀρωμάτων σεπτῶν, καὶ ἐν τάφῳ καθήμενον, καινὸν νεανίαν, βλέψασαι ἐξέστησαν, ἐν ἀστραπτούσῃ μορφῇ· ὅθεν, τὴν ἐκ τάφου τοῦ Λόγου, Ἔγερσιν τριήμερον γνοῦσαι, ταύτην Ἀποστόλοις κατεμήνυον.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς, ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρύγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον Σῶμα; ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ