ΧΡΙΣΤΟΥ ΦΑΝΕΝΤΟΣ ΤΟΙΣ ΙΧΝΕΣΙΝ...
Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσαι σεμναί, καὶ αὐτὸν θεραπεύουσαι, γνώμης προθυμότατα, Μυροφόροι εὐθύτητι, οὐδὲ θανόντα τοῦτον ἐλίπετε· ἀλλ' ἀπελθοῦσαι μύρα σὺν δάκρυσιν, ἀπεκομίσατε συμπαθῶς κινούμεναι· ὅθεν ὑμῶν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν.
Θείων γυναικῶν κατάλογος βλέψαι ποθῶν τὴν ζωήν, νεκρωθεῖσαν ἐν μνήματι νυκτὸς παρεγένετο, καὶ Ἀγγέλων ἀκήκοε. Καθὼς προέφη, Χριστὸς ἐγήγερται, σπουδῇ τοῖς τούτου Μαθηταῖς εἴπατε, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασθε, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαβόμεναι.
Σήμερον πιστοὶ χορεύσομεν, ἐπὶ τῇ μνήμῃ ὑμῶν, Μυροφόροι δοξάζοντες, τὸν ὑμᾶς δοξάσαντα, ὑπεράγαθον Κύριον, ὃν δυσωπεῖτε ἀπαύστως πάνσεμνοι, αἰωνιζούσης δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσαι τὴν πρὸς αὐτόν, παρρησίαν πάντοτε, θεομακάριστοι.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς, Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.