ΗΣΑΪΑ ΧΟΡΕΥΕ....
Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».
Ὡς δεκτὸν θυμίαμα, προσηνέχθης τῷ Παμβασιλεῖ, ὡς σφάγιον ἱερὸν ὡς περικαλές, σοφὲ καλλιέρημα, ὥσπερ μύρον, ὥσπερ προσφορά, ῥόδον ὡς εὔοσμον, ὡς Μαρτύρων ἀγαλλίαμα.
Στήριγμα γενόμενος, Ἱεράρχα, πάντων τῶν πιστῶν, ἐτύθης ὥσπερ κριός, καὶ πρὸς νοητά, μετέβης βασίλεια, καὶ Βασιλεῖ πάντων καὶ Θεῷ, χαίρων παρίστασαι, θείᾳ δόξῃ ἀστραπτόμενος.
Ἡ σεπτὴ παράταξις, τῶν Μαρτύρων μέσον ἀσεβῶν, κηρύξασα τὸν Χριστόν, πλήθη δυσμενῶν, δαιμόνων ἠφάνισε, καὶ στρατιαῖς ταῖς ἀγγελικαῖς, ὄντως συνήφθησαν, θείᾳ δόξῃ κλεϊζόμενοι.