ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΣΥΜΕΩΝ, ΣΥΓΓΕΝΟΥΣ ΤΟΥ ΚΥΡΙΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, συγγενοῦς τοῦ Κυρίου.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.
Στίχοι
Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ,
Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου.
Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν.
Στίχοι
Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ,
Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος.
Στίχοι
Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις,
'Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος.
Στίχοι
Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων,
Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς συρόμενος τελειοῦται.
Στίχοι
Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων,
Κόνιν φύρεσθαι τὴν ἀπ' αὐτοῦ δοὺς κόνιν.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ