Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 23 Απριλίου 2010

Ο ΛΑΜΠΡΟΣ ΑΡΙΣΤΕΥΣ ΓΕΩΡΓΙΟΣ...

Ὁ λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις εὐφραίνει, καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοῖς δι' αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος παραγέγονε. Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
Ἀριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῷ Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε, πίστει πόθον ἐνστησάμενος, ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπῃ ἐκτήσω τὰ οὐράνια πανεύφημε. Παρρησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε.
Ἦχος δ'
Δεῦτε φιλομάρτυρες, ᾀσματικὴν ὑμνῳδίαν, τῷ ἀναστάντι ἐκ τάφου Χριστῷ προσάξωμεν. Σήμερον γὰρ ἔαρ νοητὸν ἀνέτειλεν ἡμῖν, περκάζον ἄνθη τὰ λογικά, ἡ παγκόσμιος μνήμη Γεωργίου τοῦ σοφοῦ Μεγαλομάρτυρος, οὗ τινος τὰ στίγματα ἀνανεοῦντες, κομιζόμεθα ἰαμάτων πηγάς. Αὐτὸν καὶ νῦν ἱκετεύσωμεν, τοῦ πρεσβεύειν ἀπαύστως τῷ Σωτῆρι Χριστῷ, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς Ἀνατολίου
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν, ὅτι ἐν ξύλῳ ὑψωθείς, καὶ ἐν τάφῳ κατελθών, τὸν ᾍδην ἐσκύλευσε, καὶ νεκροὺς συνήγειρε, βοῶντας αὐτῷ· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι.
Ὁ αὐτὸς
Στέφανον δόξης ἐπὶ κεφαλῆς σου ἀνεδήσω, στεφανηφόρε Γεώργιε· τὸν γὰρ ἀόρατον ἐχθρόν, ὡς ὁ Παῦλος ἐκβοᾷ, ὁρῶν ἐκαρτέρησας, νικητὴς γενόμενος τῆς πλάνης αὐτοῦ. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι.
Ὁ αὐτὸς
ᾎσμα ᾀσμάτων χορεύοντες ἅμα, προσενέγκωμεν τῷ Χριστῷ φιλομάρτυρες, ὅτι τὸν τύραννον ἐχθρόν, ὁ γενναῖος Ἀθλητής, πτερνίσας κατέβαλε· διὸ πάντες ᾄσωμεν ἀπαύστοις φωναῖς· Δόξα Σῶτερ τῇ φρικτῇ σου ἀναστάσει, δι' ἧς ἔσωσας τὸν κόσμον.
Δόξα... Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Νευέτω δίκαια, ἔφησεν ὁ Σολομών, τοῖς βροτοῖς τὰ βλέφαρα· ἐλεηθήσεται γὰρ παρὰ Χριστοῦ τοῦ Θεοῦ ὁ βλέπων λεῖα, προηγόρευσεν. Εὐμαρῶς δὲ ταῦτα ἐνωτισθείς, ὦ πολύτλα Γεώργιε, τοῦ Δεσπότου ταῖς διδαχαῖς ἠκολούθησας, καὶ ἀνόμοις ἐκδοθεὶς ἐκαρτέρησας, τῆς πλάνης τὰ ὄργια καταπτύσας ὡς βέβηλα· τὸ σῶμα γὰρ ὃ παρέδωκας, ὑπὲρ ἀγάπης τοῦ πλάσαντος, ὅλον μεληδὸν κατετέμνετο· καὶ ὁ Βελίαρ μᾶλλον, ὅλος αἰσχυνθεὶς ἐτιτρώσκετο, στεφηφόρον σε ὁρῶν ἀκμαιότατον. Ὅθεν ἐν αὐλαῖς οἰκῶν τοῦ Κυρίου σου, σὺν ταῖς ἄνω Δυνάμεσι, πρέσβευε ἀθλοφόρε Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.