ΧΑΙΡΟΥΣΙ ΜΑΘΗΤΡΙΑΙ ΧΡΙΣΤΟΥ....

Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ, Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι· ὅθεν τὴν Ἀνάστασιν, τοῦ δι' ἡμᾶς ἐν νεκροῖς, λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν, καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον, οὗ διηποροῦντο τὴν μετάθεσιν.

Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.

Ἄληκτον καὶ θείαν χαρμονήν, ἐπιχορηγοῦσαι τοῖς θείοις, καὶ ἱεροῖς Μαθηταῖς, ὤφθησαν Μαθήτριαι, αἱ Μυροφόροι Χριστοῦ, ἐκπληροῦσαι τὸ κέλευσμα τοῦ θείου Ἀγγέλου, οὗ ἐξεθαμβήθησαν, τὴν λευκοφόρον στολήν, λέγουσαι· Ἐσκύλευται ᾍδης, τῇ πανσωστικῇ Ἀναστάσει, τοῦ ὑπὲρ ἡμῶν θανόντος Ἄνακτος.

Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.

Ῥεῖθρα δακρυρρόου ἐκ πηγῆς, θρήνων ἀναστείλασαι θεῖαι, Χριστοῦ Μαθήτριαι, ῥήματα χαρμόσυνα, διαπορθμεύουσι νῦν, τοῖς αὐτόπταις τῆς χάριτος, μηνύουσαι τούτοις, τὴν τοῦ Λόγου Ἔγερσιν, καὶ τὴν ἐκ τάφου χαράν· ὅθεν τὴν ἀντίθετον λύπης, ἤκουον φωνὴν παραδόξως, ταύταις τὴν τὸ Χαίρετε, προστάττουσαν.
Δόξα... Καὶ νῦν... Ἦχος α'
Μετὰ φόβου ἦλθον αἱ γυναῖκες, ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι, διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν, ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος, καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ὑμῖν τὸ μέγα ἔλεος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ