Η ΣΟΦΙΑ ΚΑΙ ΔΥΝΑΜΙΣ....

Ἡ σοφία καὶ δύναμις, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Λόγος ὁ ἀΐδιος, καὶ Υἱὸς τοῦ Θεοῦ, ἐν ἱερῷ παρεγένετο, σαρκὶ καὶ ἐδίδασκεν Ἰουδαίων τοὺς λαούς, τοὺς δεινοὺς καὶ ἀγνώμονας καὶ ἐθαύμαζον, τῆς σοφίας τὸν πλοῦτον ἐκβοῶντες· Πόθεν γράμματα γινώσκει παρ' οὐδενὸς μὴ μεμαθηκώς; (Δίς)

Γραμματεῖς ἐπεστόμιζεν, Ἰουδαίους διήλεγχεν, ὁ Μεσσίας Κύριος, ἐκβοῶν αὐτοῖς· Μὴ τὴν κατ' ὄψιν παράνομοι, ὡς ἄδικοι κρίνετε· ἐν Σαββάτῳ γὰρ ἐγώ, τὸν Παράλυτον ἤγειρα· ὅθεν Κύριος, τοῦ Σαββάτου ὑπάρχω, καὶ τοῦ νόμου, τί ζητεῖτέ με φονεῦσαι, τὸν τοὺς θανόντας ἐγείραντα;

Μωϋσέα ἑλίθασαν οἱ δεινοὶ καὶ παράνομοι, Ἰουδαίων σύστημα τὸ ἀχάριστον, τὸν Ἡσαΐαν δὲ ἔπρισαν, ξυλίνῳ ἐν πρίονι, ἐν βορβόρῳ τὸν σοφόν, Ἱερεμίαν ἐνέβαλον· τὸν δὲ Κύριον, ἐν Σταυρῷ ἀνυψοῦντες, ἐπεβόων· Τὸν ναὸν ὁ καταλύων, σῶσον σαυτὸν καὶ πιστεύσομεν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ