Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 20 Απριλίου 2010

ΣΕΛΑΣ ΤΟ ΤΡΙΣΗΛΙΟΝ ΕΝ ΓΗ ΣΗΜΕΡΟΝ...

Σέλας τὸ τρισήλιον ἐν γῇ σήμερον φαιδρῶς ἐξαστράπτει καὶ ζόφον αἴρει παθῶν, φαίνει ἡ Ἀνάστασις, Χριστοῦ, φρουροῦσα πιστούς, Ἀποστόλων χορεύουσι, τὰ τάγματα πόθῳ , Ἰωσὴφ εὐφραίνεται, καὶ Μυροφόρων σεπτῶν, μνήμη ἡ φαιδρὰ καταστέφει, τοὺς αὐτὰς πιστῶς εὐφημοῦντας, καὶ τὴν θείαν Ἔγερσιν δοξάζοντας.

Στίχ. Εὐδόκησας Κύριε, τὴν γῆν σου,ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.

Ἄρας ἐπὶ ὤμων Ἰωσήφ, τὸν ἐν δεξιᾷ τῇ πατρῴᾳ Υἱὸν καθήμενον, μύρον τὸ ἀκένωτον, μύροις ἐκήδευσας, τὴν τοῦ κόσμου ἀνάστασιν, προτέθεικας τάφῳ, τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον, λίθῳ συγκαλύπτεις ἀφράστως. Ὅθεν τούτου μέλπωμεν ὕμνοις, τὰ φωσφόρα Πάθη καὶ τὴν Ἔγερσιν.

Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.

Φρίττει τῶν Ἀγγέλων ἡ πληθύς, σὲ ὦ Ἰωσὴφ καθορῶσα, Χριστὸν κηδεύοντα· κόσμος μακαρίζει σε, πιστοὶ θαυμάζομεν, τὴν σεπτήν τε Ἀνάστασιν, τιμῶντες ἐνθέως, σὺν ταῖς Μυροφόροις σε, θερμῶς γεραίρομεν· ὅθεν καὶ βοῶμεν ἀπαύστως· Πρέσβευε σὺν ταύταις σωθῆναι, καὶ ἡμᾶς κινδύνων τε καὶ θλίψεων.