ΤΡΙΑΔΟΣ ΘΕΡΑΠΩΝ ΑΝΕΔΕΙΧΘΗΣ
Τριάδος θεράπων ἀνεδείχθης, λατρεύσας Λεόντιε ἀμέμπτως, ᾧ καὶ πᾶν γόνυ κάμπτει, οὐρανίων ἐπιγείων καταχθονίων, ὃν ἀνυμνοῦντες, ὡς Σωτῆρα μεγαλύνομεν.
Ἰδεῖν ἐφιέμενος ἀϋλως, προσώπῳ ἀνακεκαλυμμένῳ, τοῦ Κυρίου τὴν δόξαν, τὰς ἀρχὰς ἀπεξεδύσω καὶ ἐξουσίας, μίαν κηρύξας, Τρισυπόστατον Θεότητα.
Εὐφράνθη τῇ σῇ ὁμολογίᾳ, καὶ σὲ ὡμολόγησεν ἀξίως, τοῦ Πατρὸς ἐναντίον, ὁ Σωτήρ, ὃν ἐξιλέωσε, Ἀθλοφόρε, πᾶσι τοῖς πίστει, μεγαλύνουσι τὴν μνήμην σου.