Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 30 Ιουνίου 2010

Η ΚΟΡΥΦΑΙΑ ΚΡΗΠΙΣ....

Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ· σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι, ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς προεφήτευσεν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν τῶν ἀρρήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς τυφλώττουσι, φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι' ἄφατον, φιλανθρωπίαν, καὶ σάρξ γενέσθαι δι' ἀγαθότητα, τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῶτερ ἀνέδειξας, οἳ καὶ πεμφθέντες κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κατηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Πέτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, lάκωβε, καὶ Ἰωάννη σοφέ, Βαρθολομαῖε καὶ Φίλιππε, Θωμᾶ Ματθαῖε, Σίμων Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθητῶν δωδεκάς, οἱ ἐν τῷ κόσμῳ κηρύξαντες, τὴν παναγίαν, Τριάδα φύσει Θεὸν ἀΐδιον, τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄντως πύργοι καὶ στῦλοι ἀσάλευτοι, τῷ Δεσπότῃ τῶν ὅλων, ἱκετεύσατε σωθῆναι ἡμᾶς.