Ο ΤΑ ΣΥΜΠΑΝΤΑ ΦΕΡΩΝ ...
Ὁ τὰ σύμπαντα φέρων, τῇ ἀπορρήτῳ σου δυνάμει Χριστέ, τοὺς ὁσίους σου Παῖδας, ἐν τῇ φλογὶ ἐδρόσισας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐκτενοῦσί σου χεῖρας, καὶ σταυρῷ σε περιζώσουσιν, ὁ Δεσπότης προφητεύων, Πέτρε προστάττει ἕπεσθαι κράζοντα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῷ τῆς χάριτος λόγῳ, τὸν μὲν Αἰνέαν παρειμένον δεινῶν, Ταβιθὰν δὲ θανοῦσαν, τερατουργῶν ἀνέστησας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ τῷ Πέτρῳ τὰ ἔθνη, κεκαθαρμένα ἀποφήνας Χριστέ, τῇ τοῦ Πνεύματος αἴγλῃ, κἀμοῦ τὰς φρένας κάθαρον κράζοντος· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.