ΠΑΤΕΡ ΔΑΥΪΔ ΠΑΜΜΑΚΑΡΙΣΤΕ

Πάτερ Δαυῒδ παμμακάριστε, δι' ἐγκρατείας τὸν νοῦν, λαμπρυνόμενος ἄριστα, πρὸς τὸ πρῶτον αἴτιον, τῶν καλῶν ἀνεπτέρωσας, καὶ στῦλος ὤφθης, φωτοειδέστατος, φωτίζων πάντας, λόγοις καὶ θαύμασι, τοὺς προσιόντας σοι, διανοίᾳ πάντοτε θεοπρεπεῖ· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

Καθάπερ ὄρνις εὐκέλαδος, ἐν ἀναβάσει φυτοῦ, καλιὰν Πάτερ ἔπηξας, τῷ κρύει πηγνύμενος, καὶ τῷ θέρει φλεγόμενος, χρυσᾶς ἐντεῦθεν ἔλαβες πτέρυγας, τῆς ἀπαθείας, καὶ τελειότητος, καὶ πρὸς οὐράνιον, ὕψος κατεσκήνωσας ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

Θείῳ ἀπαθείας ἄνθρακι, φλέξας σαρκὸς ἡδονάς, ἀκατάφλεκτος ἔμεινας, ἐν χερσὶ τοὺς ἄνθρακας, πρὸ προσώπου θεόπνευστε, τοῦ Βασιλέως κατέχων, Ὅσιε, ἐκπληττομένου τὴν σὴν λαμπρότητα· ὅθεν παρέσχε σοι, τὰς αἰτήσεις μέγιστον πρὸς τὸν Θεόν, πρέσβυν σε μακάριε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ