ΤΩ ΘΡΟΝΩ ΤΟΥ ΘΕΟΥ, ΠΑΡΕΣΤΩΣ ΣΤΕΡΗΦΟΡΟΣ

Τῷ θρόνῳ τοῦ Θεοῦ, παρεστὼς στεφηφόρος, ὡς βιώσας ἐπὶ γῆς, ὁσίως καὶ φωτί, ἀνεσπέρῳ λαμπόμενος, φώτισόν μου τὴν καρδίαν, καὶ τὸν νοῦν ἀνυμνῆσαί σου, τόν ἰσάγγελον βίον Μακάριε.

Ὡράθης εὐκλεοῦς, μακαρίας τε ῥίζης, ἐκβλαστάνων ἱερῶς, ὡς κλάδος ἀληθῶς, εὐκαρπίας πληρούμενος, πίστεώς τε καὶ ἐλπίδος, καὶ ἀγάπης καὶ χάριτος, παραδόξων θαυμάτων θεόπνευστε.

Θυσίαν σεαυτόν, καθαρὰν καὶ τελείαν, τῷ τυθέντι δι' ἡμᾶς, προσήγαγες Χριστῷ, τὰ ψυχὴν ἀποκτείνοντα, πάθη ἐναπονεκρώσας, διὰ πόνων ἀσκήσεως, ἐπιμόνου τε Πάτερ δεήσεως.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ