ΡΩΜΑΛΕΟΤΗΤΙ ΦΡΕΝΩΝ

Ῥωμαλεότητι φρενῶν, ὥσπερ οἱ αἰχμάλωτοι Παῖδες, σὺν τῇ φλογὶ τῶν πειρασμῶν, καὶ τὴν πλάνην ἐπάτει Λεόντιος, ἀναμέλπων σοι Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Ἀπροσπαθείᾳ τῆς σαρκός, ἐπιλελησμένος εὐτόνως, τοὺς αἰκισμοὺς ὑπὲρ Χριστοῦ, ὡς ἀήττητος Μάρτυς ὑπέφερες, μελῳδῶν σου τῷ κτίσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Σοφίᾳ πόθῳ τε Χριστοῦ, φύσεως βιαίως κρατήσας, τῆς ἐπικήρου βιοτῆς, ζωηφόρον προέκρινας θάνατον, ἀναμέλπων Λεόντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ