ΦΩΤΑΥΓΗ ΣΕ ΩΣ ΗΛΙΟΝ, ΤΑ ΤΟΥ ΚΟΣΜΟΥ ΠΛΗΡΩΜΑΤΑ...
Φωταυγῆ σε ὡς ἥλιον, τὰ τοῦ κόσμου πληρώματα, νοηταῖς λαμπρότησι καταυγάζοντα, καὶ ἀθεΐας ἐξαίροντα, τὴν νύκτα μακάριε, Μάρτυς lουλιανέ, ἐγνωκότες τὴν μνήμην σου, ἑορτάζομεν, τὴν φωσφόρον καὶ θείαν, καὶ τὴν κόνιν, τῶν λειψάνων προσκυνοῦμεν, ῥῶσιν ψυχῶν ἀρυόμενοι.
Καὶ τυπτόμενος μάστιξι, καὶ δεινῶς πτερνιζόμενος, καὶ φρουρᾷ Μακάριε καθειργνύμενος, τόπους ἀμείβων θλιβόμενος, θηρσὶ συγκλειόμενος, καὶ βυθῷ προσομιλῶν, καὶ θαλάσσῃ ποντούμενος, καὶ δεξάμενος, τὸ μακάριον τέλος, οὐκ ἠρνήσω, τὸν Δεσπότην τῶν ἁπάντων, κλέος Μαρτύρων πανόλβιε.
Θαλαττίων ἐκ κόλπων σε, πρὸς τῇ χέρσῳ γενόμενον, κυβερνήσει Πνεύματος ὡς ἑώρακε, τὸ ἱερώτατον γύναιον, πιστῶς ὑπεδέξατο, Μάρτυς Ἰουλιανέ, καὶ ταφῇ παραδέδωκε, σοῦ τὸ ἄμωμον, καὶ πολύαθλον σῶμα, τὸ νικῆσαν, διαβόλου τυραννίδα, τῇ συνεργίᾳ τῆς χάριτος.