ΩΣ ΑΣΤΕΡΕΣ

Ὡς ἀστέρες πολύφωτοι, Ἀθλοφόροι πανεύφημοι, θεϊκαῖς λαμπρότησι καταυγάζετε, τῆς οἰκουμένης τὰ πέρατα, δαιμόνων σκοτόμαιναν, καὶ παθῶν φθοροποιῶν, καὶ κινδύνων ἐξαίροντες· ὅθεν σήμερον, τὴν φαιδρὰν καὶ φωσφόρον καὶ ἁγίαν, συνελθόντες ἐκτελοῦμεν, ὑμῶν πανήγυριν ἔνδοξοι.

Μανουὴλ ὁ θαυμάσιος, καὶ Σαβὲλ ὁ μακάριος, Ἰσμαὴλ ὁ πάνσοφος μελῳδήμασιν, ἱερωτάτοις τιμάσθωσαν, Τριάδα τὴν ἄκτιστον, ἐναντίον τῶν ἐχθρῶν, ἱερῶς προκηρύξαντες, καὶ πολύθεον, ἀποσβέσαντες πλάνην, τῶν αἱμάτων, ταῖς προσχύσεσι καὶ δόξαν, ἀπειληφότες ἀμάραντον.

Βασιλέα παράνομον, παρανόμως προστάττοντα, ὑποκύπτειν σέβας τε νέμειν ἄλογον, θεοῖς ἀψύχοις μακάριοι, ἐμφρόνως ᾐσχύνατε, Μανουὴλ καὶ Ἰσμαήλ, καὶ Σαβὲλ μεγαλώνυμοι, καὶ ἀθλήσαντες, καρτερῶς καὶ νομίμως τοὺς στεφάνους, ἀνεπλέξασθε τῆς νίκης, ὑπὲρ τοῦ κόσμου πρεσβεύοντες.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ